Plato, Republic (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Resp.].
<<Pl. Resp. 573b Pl. Resp. 573d (English) >>Pl. Resp. 574b

573cφρόνημα ἴσχει;

ἴσχει γάρ.

καὶ μὴν γε μαινόμενος καὶ ὑποκεκινηκὼς οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θεῶν ἐπιχειρεῖ τε καὶ ἐλπίζει δυνατὸς εἶναι ἄρχειν.

καὶ μάλʼ, ἔφη.

τυραννικὸς δέ, ἦν δʼ ἐγώ, δαιμόνιε, ἀνὴρ ἀκριβῶς γίγνεται, ὅταν φύσει ἐπιτηδεύμασιν ἀμφοτέροις μεθυστικός τε καὶ ἐρωτικὸς καὶ μελαγχολικὸς γένηται.

παντελῶς μὲν οὖν.

γίγνεται μέν, ὡς ἔοικεν, οὕτω καὶ τοιοῦτος ἁνήρ· ζῇ δὲ δὴ πῶς;

573dτὸ τῶν παιζόντων, ἔφη, τοῦτο σὺ καὶ ἐμοὶ ἐρεῖς.

λέγω δή, ἔφην. οἶμαι γὰρ τὸ μετὰ τοῦτο ἑορταὶ γίγνονται παρʼ αὐτοῖς καὶ κῶμοι καὶ θάλειαι καὶ ἑταῖραι καὶ τὰ τοιαῦτα πάντα, ὧν ἂν Ἔρως τύραννος ἔνδον οἰκῶν διακυβερνᾷ τὰ τῆς ψυχῆς ἅπαντα.

ἀνάγκη, ἔφη.

ἆρʼ οὖν οὐ πολλαὶ καὶ δειναὶ παραβλαστάνουσιν ἐπιθυμίαι ἡμέρας τε καὶ νυκτὸς ἑκάστης, πολλῶν δεόμεναι;

πολλαὶ μέντοι.

ταχὺ ἄρα ἀναλίσκονται ἐάν τινες ὦσι πρόσοδοι.

πῶς δʼ οὔ;

573eκαὶ μετὰ τοῦτο δὴ δανεισμοὶ καὶ τῆς οὐσίας παραιρέσεις.

τί μήν;

ὅταν δὲ δὴ πάντʼ ἐπιλείπῃ, ἆρα οὐκ ἀνάγκη μὲν τὰς ἐπιθυμίας βοᾶν πυκνάς τε καὶ σφοδρὰς ἐννενεοττευμένας, τοὺς δʼ ὥσπερ ὑπὸ κέντρων ἐλαυνομένους τῶν τε ἄλλων ἐπιθυμιῶν καὶ διαφερόντως ὑπʼ αὐτοῦ τοῦ Ἔρωτος, πάσαις ταῖς ἄλλαις ὥσπερ δορυφόροις ἡγουμένου, οἰστρᾶν καὶ σκοπεῖν τίς τι ἔχει, ὃν δυνατὸν ἀφελέσθαι ἀπατήσαντα



Plato, Republic (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Resp.].
<<Pl. Resp. 573b Pl. Resp. 573d (English) >>Pl. Resp. 574b

Powered by PhiloLogic